Παράκληση στον Άγιο Ιγνάτιο Μηθύμνης

 

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς νήσου Λέσβου τὸ θεόφυτον ἄνθος, τὸν ποιμενάρχην τοῦ λαοῦ τῆς Μηθύμνης, Μονὰς Λειμῶνος πήξαντα, Μυρσίνης σεπτάς, Ἱεράρχην θεοῤῥήμονα, ἀνυμνήσωμεν οἱ πιστοί, πάντιμον Ἰγνάτιον, τοῦ Χριστοῦ ἀρχιθύτην, τὴν θείαν μνήμην ἄγοντες αὐτοῦ, ὅτι ὡς πρέσβυν, πρὸς Κύριον ἔχομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτηρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῶ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῶ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῶ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῆ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τῶ θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
Παῦσον καθ’ ἡμῶν πειρασμούς, θεῖε Πάτερ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν τὰς ἐφόδους καὶ πειρασμούς, τῶν σοὶ προστρεχόντων, καὶ τιμώντων σε ἐν ᾠδαῖς, κατάπαυσον Πάτερ θεοφόρε, τῶν Μηθυμναίων ποιμὴν Λέσβου καύχημα.

Ἀσκήσεως ἤστραψας βιοτῇ, τοῦ Εὐαγγελίου μεταδοὺς ῥήματα Θεοῦ· διὸ ἡμῶν νοῦν ψυχὰς καρδίας, θείῳ φωτὶ ὦ Ἰγνάτιε αὔγασον.

Ὑφέρπει δολίως ὁ πονηρός, εἰς βάθη κακίας, ἁμαρτίας τῇ ἡδονῇ, κρημνῖσαί με θέλων θεῖε Πάτερ, ἀλλὰ τῇ σῇ ἀντιλήψει βοήθησον.

Θεοτοκίον.
Σοὺς Κόρη ἀξίωσον ὑμνητάς, κεχαριτωμένη, ἀνυμνεῖν Σε χρεωστικῶς, ἡ τέξασα Λόγον ἀποῤῥήτως, ταπεινοφρόνως τὸν βίον πορεύεσθαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁ σοφὸς Ἱεράρχης δοῦλος Χριστοῦ ἔνθεος, ὕμνοις μελιχροῖς εὐφημείσθω, ὡς Τούτου ἄξιος, εὐσυμπαθὴς δὲ λαῷ, ἀναδειχθεὶς κατὰ πάντα, ὁ πιστῶν σκοτόμαιναν, παύσας κηρύγματι.

Νικητὴς θεῖος ὤφθης κατὰ σατᾶν Ἅγιε, πάθη σαρκικὰ τιθασεύσας, εὐχαῖς νηστείαις τε, καὶ ἀγρυπνίαις πολλαῖς, ἐν μετανοίᾳ διάγων· σὺ δ’ ἡμῶν τὰ κύματα, χαλιναγώγησον.

Κακουργίας δαιμόνων τῆς βδελυρᾶς λύτρωσαι, τοὺς σὲ ἀνυμνοῦντας ᾀσμένως Πάτερ Ἰγνάτιε, ὁ δοὺς ἀγάπην ἐχθροῖς, καὶ τῶν πταισμάτων τὴν λύσιν, ὡς Χριστοῦ Ἐπίσκοπος, θεοειδέστατος.

Θεοτοκίον.
Ἀειπάρθενε Μῆτερ ἐξ οὐρανοῦ χάριτας, πέμψον τοῖς πιστῶς σὲ τιμῶσι, καὶ μακαρίζουσιν, ὡς εὐφροσύνης ἡμῶν, θείαν νεφέλην καὶ σκέπην, τὴν ψυχὰς δροσίζουσαν, ἐκ παθῶν καύσωνος.

Κατάπεμψον, τὴν χάριν σου οὐρανόθεν, ποιμὴν Μηθύμνης ἐπὶ πάντας Ἰγνάτιε, τοὺς πόθῳ τιμῶντάς σε, ἰώμενος ἀσθενείας κατ’ ἄμφω.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἁγίων Θεοῦ τὸν βίον ἐκμιμούμενος, Μηθύμνης λαοῦ, ἀρχιεράρχης γέγονας· διό σοι κραυγάζομεν· ποιμενάρχα ἔνδοξε τάχυνον, καὶ ἐκ κινδύνων ῥῦσαι τοὺς πιστούς, ἐν ὕμνοις τὴν μνήμην σου γεραίροντας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεαρέστως ἐποίμανας, ποίμνην λογικὴν τοῦ Κυρίου Ὅσιε· διὸ πάντας πρὸς τὴν εὔκλειαν, τοῦ Θεοῦ ὁδήγησον πρεσβείαις σου.

Ἡ γενέτειρα νῆσός σου, χαίρεται λαμπρῶς ὦ σοφὲ Ἰγνάτιε, καὶ βοᾷ ἐγκαυχωμένη σοι· δὸς κἀμῖν σὴν χάριν ἣν ἀπείληφας.

Μιμητάς σου ἀνάδειξον, ἐν τῇ σῇ ἀγάπῃ καὶ πίστει ἅπαντας, τοὺς τιμῶντάς σε Ἰγνάτιε, καὶ Θεοῦ καρδίαις πόθον φύτευσον.

Θεοτοκίον.
Ὦ Παντάνασσα δούλους Σου, τοὺς ὁμολογοῦντάς Σε καθαγίασον, Θεοτόκον καὶ ὑμνοῦντάς Σε, ἐν μελισταγέσι μελῳδήμασι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἠμῶν, ἀμπλακήματα χαμαίζηλα, ὁ τῆς σαρκὸς μαράνας τὰς φθονεράς, ἐπαναστάσεις δαιμόνων, δ’ ἐκτρέψας ἔνεδρα.

Πίστεως Χριστοῦ, ὤφθης σὺ κῆρυξ θεόπνευστε, ὑπὲρ Αὐτοῦ τῆς δόξης ἅπαντα δούς· διὸ σὴν πίστιν, θερμὴν δὸς κἀμῖν Ἰγνάτιε.

Ἔλασον μακράν, ἀφ’ ἡμῶν βελῶν τοξεύματα, τὰ ἰοβόλα Πάτερ ταῖς σαῖς λιταῖς, πρὸς τὸν Σωτῆρα, εἰρήνην ψυχαῖς δωρούμενος.

Θεοτοκίον.
Ἴθυνον ἡμᾶς, πρὸς λιμένα γαληνότατον, ὡς ὁλκὰς σωτηρίας οὖσα ἁγνή, ἡ τὸν Σωτῆρα ἀσπόρως γαστρὶ κυήσασα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥωννύμεθα, σαῖς εὐχαῖς πρὸς εὔσπλαγχνον, Ἱεράρχα θεηγόρε βοῶντες· ῥῦσαι παθῶν, τὰς ψυχὰς τῶν σῶν δούλων, καὶ ἐκ βυθοῦ ἀπωλείας ἀνάγαγε, ὅτι κεκτήμεθα θερμόν, πρὸς Θεόν σε μεσίτην σωτήριον.

Ἀνόρθωσον, ἐκ βοθύνου πτώσεων, εἴσω τούτου πειρασμοῖς πεπτωκότας, τοὺς μεγαλύνοντας ἆθλα σὺν μνήμῃ, καὶ θαυμασταῖς δωρεαῖς σου Ἰγνάτιε, καὶ πρὸς τὴν κτῆσιν ἀρετῶν, καὶ βελτίονα βίον κατεύθυνον.

Σαλπίσωμεν, πρὸς Χριστὸν ἐν ᾄσμασι, προσευχῆς ἡμῶν αἰτήματα θεῖα, συνειδητῷ, λογισμῷ μετανοίας, καὶ ἀῤῥυπώτοις τοῖς χείλεσιν ἔχοντες, ὅτι καρδίαν καθαράν, ἐλεεῖ ὁ Θεὸς ὡς εὐΐλατος.

Θεοτοκίον.
Μητρόθεε, Σὺ Θεὸν ἐκυήσας, ὑπὲρ φύσιν ἐν γαστρί Σου ἀσπόρως, τέτοκας δέ, τὸν τοῦ σύμπαντος Κτίστην, καὶ πλαστουργὸν τοῦ βροτείου φυράματος· Ὃν καθικέτευε ἀεί, δυσωποῦσα μὴ παύσῃ αἰτοῦμέν Σου.

Κατάπεμψον, τὴν χάριν σου οὐρανόθεν, ποιμὴν Μηθύμνης ἐπὶ πάντας Ἰγνάτιε, τοὺς πόθῳ τιμῶντάς σε, ἰώμενος ἀσθενείας κατ’ ἄμφω.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν ποιμενάρχην Μηθύμνης τιμήσωμεν, βλαστὸν Φαράγγων τὸν θεῖον Ἰγνάτιον, ἐν ὕμνοις πάντες τῷ τάφῳ προστρέχοντες, ὅτι στηρίζει πιστούς, βλύζων χάριτας, καὶ πρεσβεύει Κυρίου, δοῦναι ἔλεος.

Προκείμενον.
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στίx. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομήν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεόw…
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Πάτερ ἱερώτατε, βλαστὲ καὶ θρέμμα τῆς Λέσβου, κτῖτορ Μονῶν ἔνθε, καὶ Μηθύμνης πρόεδρε ὁ τῇ χάριτι, τοῦ Θεοῦ εἵλκυσας, τοὺς σοὶ προσιόντας, καὶ ἐφώτισας τοῖς ῥήμασι, τοῦ Εὐαγγελίου λαὸν γένους σου, τὸν ὑπόδουλον, Σχολὴν τὴν περιβόητον, τῆς Λειμωνιάδος δὲ ἵδρυσας, δὸς ἀεὶ ὑμνεῖν σε, καὶ πρέσβευε ἀπαύστως πρὸς Χριστόν, τοῦ παρασχεῖν μέγα ἔλεος, πᾶσι τοῖς τιμῶσί σε.

Σῶσον ὁ Θεός τόν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ ὀλετὴρ ἀνθρώπων ἐπολέμει σε Πάτερ τὴν καθ’ ἑκάστην σφοδρῶς, ἀλλὰ σὺ τῇ δυνάμει, Σταυροῦ ἕλασας τοῦτον, ἀπὸ σοῦ καὶ τῶν τέκνων σου· διὸ βελίαρ ἡμᾶς, ἐκλύτρωσαι τῆς πλάνης

Ὑπὲρ τῶν σὲ τιμώντων ὡς ταχὺς ἀντιλήπτωρ σπεῦσον στηρῖξαι ἡμᾶς, τῇ χάριτι Κυρίου, ἣν εἴληφας πλουσίως, ἀεὶ μέλπων Ἰγνάτιε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σὺ ἰατρεύεις πάθη ψυχῶν τε καὶ σωμάτων τῶν προστρεχόντων πιστῶς, ἀσπάσασθαι εἰκόνα, τὴν φέρουσαν μορφήν σου, σὺν τῇ κάρᾳ σου ἔνδοξε, καὶ ἀνυμνούντων Θεόν, ἐν ὕμνοις μελιῤῥύτοις.

Θεοτοκίον.
Θεὸν τεκοῦσα Μῆτερ πρὸς ἡμᾶς ἀσθενοῦντας ἐν ἁμαρτίαις ἐλθέ, ὡς ῥύστις καὶ μεσίτις, πρὸς τὸν μονογενῆ Σου, ὅπως Σαῖς παρακλήσεσι, δῷ ἐγκλημάτων ὀφλήν, καὶ ἔλεος τὸ μέγα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔλεος θεῖον, τοῖς Σὲ Σωτὴρ προσκυνοῦσιν, Ὃν αἱ Τάξεις Ἀγγέλων ὑμνοῦσι, δὸς τοῦ Ἰγνατίου, δεήσεσιν ἐνθέρμοις.

Ἵνα φωτίσεις, λαὸν ὑπόδουλον Πάτερ, σὺ Σχολάρχης ἐγένου γραμμάτων, νῦν δ’ ἡμᾶς πρὸς φάος, ἄγαγε θείας δόξης.

Ἔσο μεσίτης, ἡμῶν πάντων ἐν ἡμέρᾳ, θείας δίκης Ἰγνάτιε μάκαρ, ἵνα σαῖς πρεσβείαις, κολάσεως ῥυσθῶμεν.

Θεοτοκίον.
Παρθένε Κόρη, ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς, δυσωπεῖν τὸν Σὸν τόκον ἀλήκτως, τῶν ὁμολογούντων, Σὲ ὡς Θεοῦ Μητέρα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀπαύστως ὑπὲρ πάντων, πρέσβευε θεόφρον, τῷ Χριστῷ ἱλασμὸν δοῦναι τῶν ἁμαρτιῶν, ὡς παῤῥησίαν μεγίστην, ἔχων Ἰγνάτιε.

Τῶν σὲ ἀνευφημούντων, βλάστημα τῆς Λέσβου, ἀρχιερεῦ Ἐκκλησίας Σωτῆρος Θεοῦ, ἐν τῇ φρικτῇ ὥρᾳ δίκης, Κριτῇ μνημόνευσον.

Ἐχθρῶν ἐπαπειλούντων, σὴν ἁγιοτόκον, νῆσον ὦ Πάτερ, κατασύντριψον τὴν ὀφρύν, καὶ τὰς αἱρέσεις ἀπέλασον, ἐκ τῆς ποίμνης σου.

Θεοτοκίον.
Ῥυσθῆναι τοὺς Σοὺς δούλους, ἐξ ἁμαρτημάτων, καὶ πειρασμῶν ἐπηρείας δυσώπει Υἱόν, ἐκ Σοῦ τεχθέντα ἀφράστως Θεογεννήτρια.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν ἀδελφοί, τὸν βλαστὸν τῆς Λέσβου, Μηθυμναίων τὸν ὁδηγόν· χαίροις ἐκβοῶντες, λαμπρῶν Μονῶν δομῆτορ, Λειμῶνος καὶ Μυρσίνης, ἐν τῇ πατρίδι σου.

Γλύκανον καρδίας ἡημῶν καὶ νοῦν, Χριστοῦ δὸς εἰρήνην, καὶ χαρὰν ταῖς ψυχαῖς σοφέ, ἄφεσιν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ λιταῖς σου, πρὸς τὸν φιλάνθρωπον.

Γρᾶψον ἡμᾶς Σῶτερ βίβλῳ ζωῆς, αἰωνίου δόξης, καὶ ἐν δίκῃ τῇ φοβερᾷ, ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἰγνατίου, ἀκατακρίτους πάντας, πρόσδεξαι εὔσπλαγχνε.

Ἴασαι τὰ τραύματα τῆς ψυχῆς, τοῦ νοὸς τὴν ζάλην, καὶ τοῦ σώματος ἐκτροπάς, τῶν σοφὲ ἐκ πόθου, σὲ ἐπικαλουμένων, ὡς ἰατῆρα πάντων, τῇ θείᾳ χάριτι.

Ὁ ἐν βίῳ ὅπλον ἔχων Σταυρόν, ἐζωσμένος Πάτερ, ἐναντίον τοῦ πτερνιστοῦ, τείχισον εὐχαῖς σου, περίζωσον ἰσχύϊ, ἡμᾶς φεύγειν δαιμόνων, πάντα τὰ ἔνεδρα.

Ὕψωσον τὰς χεῖράς σου πρὸς Χριστόν, θεῖε Ἱεράρχα, ὑπὲρ δούλων ἁμαρτωλῶν, τῶν ἐν μετανοίᾳ, πιστῶς διαγαγόντων, λαβεῖν πταισμάτων λύσιν, καὶ μέγα ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε, Ἱεράρχα τοῦ Χριστοῦ, ἅγιε Ποιμὴν Μηθυμναίων, σοφὲ Ἰγνάτιε, Λέσβου τὸ ἐκβλάστημα, καὶ θεῖον καύχημα, ἐκβοῶμεν τιμῶντές σου, τοὺς ἄθλους καὶ μνήμην, καὶ κατασπαζόμενοι, λειψάνων θήκας σεπτάς, κάραν σου εἰκόνα καὶ τάφον, ἐν Μοναῖς Λειμῶνος Μυρσίνης, καὶ Θεοῦ τοῖς οἴκοις πανσεβάσμιε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.